TLG 1771 001 :: MONTANUS et MONTANISTAE :: Oracula

MONTANUS et MONTANISTAE Theol.
(Phrygius (Montanus): A.D. 2)

Oracula

Source: de Labriolle, P. (ed.), La crise montaniste. Paris: Leroux, 1913: 37–38, 43, 45–46, 60–61, 68–69, 71, 73, 86–87, 95–97.

Citation: Oracle number — (line)

1

Ἔτι δὲ προστίθησιν ὁ αὐτὸς Μον‐ τανὸς, οὕτω λέγων· Ἐγὼ κύριος ὁ θεὸς ὁ παντοκράτωρ κατα‐
γινόμενος ἐν ἀνθρώπ.37

2

Εἶτα πάλιν φησὶ τὸ ἐλεεινὸν ἀνθρωπάριον Μοντανὸς ὅτι, Οὔτε ἄγγελος, οὔτε πρέσβυς, ἀλλὰ ἐγὼ κύριος ὁ θεὸς πατὴρ
5ἦλθον.

3a

Μοντανὸς γὰρ, φησὶν, εἶπεν· Ἐγώ εἰμι ὁ Πατὴρ, καὶ ὁ Υἱὸς καὶ ὁ Παράκλητος.

3b

Πρῶτον, ὅτι λέγει· Ἐγώ εἰμι ὁ Πατὴρ καὶ ἐγώ εἰμι ὁ Υἱὸς
καὶ ἐγὼ ὁ Παράκλητος.38

4

Ὁ δὲ Μοντανὸς οὗτος ὁ αὐχῶν ἐαυτὸν εἶναι προφήτην, καὶ πλα‐ νήσας τοὺς ὑπ’ αὐτοῦ πεπλανημένους, ἀσύστατα κατὰ τὰς θείας γραφὰς
5διηγεῖται. Λέγει γὰρ ἐν τῇ ἑαυτοῦ λεγομένῃ προφητείᾳ· Τί λέγεις τὸν ὑπὲρ ἄνθρωπον σωζόμε‐ νον; λάμψει γὰρ ὁ δίκαιος, φησὶν, ὑπὲρ τὸν ἥλιον ἑκατον‐
10ταπλασίονα, οἱ δὲ μικροὶ ἐν ὑμῖν σωζόμενοι λάμψουσιν ἑκατονταπλασίονα ὑπὲρ τὴν
σελήνην.43

5

Εὐθὺς γὰρ ὁ Μοντανός φησιν,
Ἰδο, ἄνθρωπος ὡσεὶ λύρα, κἀγὼ ἵπταμαι ὡσεὶ πλῆκ‐ τρον· ὁ ἄνθρωπος κοιμᾶται,45
5κἀγὼ γρηγορ· ἰδο, κύριος ἐστιν ὁ ἐξιστάνων καρδίας ἀνθρώπων, καὶ διδοὺς καρ‐
δίας ἀνθρώποις.46

10

(t)

Μοντανοῦ ἐκ τῶν ᾠδῶν.
1Μίαν ὁ Χριστὸς ἔχει τὴν
φύσιν καὶ τὴν ἐνέργειαν καὶ πρὸ τῆς σαρκὸς καὶ μετὰ τῆς σαρκός, ἵνα μὴ διάφορος γέ‐60
5νηται, ἀνόμοια καὶ διάφορα
πράττων.61

11

Φάσκει γὰρ ἡ παρ’ αὐτοῖς λεγο‐ μένη Μαξιμίλλα ἡ προφῆτις ὅτι, φησὶ, Μετ’ ἐμὲ προφῆτις οὐκέτι
ἔσται, ἀλλὰ συντέλεια.68

12

Καὶ μὴ λεγέτω ἐν τῷ αὐτῷ λόγῳ τῷ κατὰ Ἀστέριον Ὀρβανὸν τὸ διὰ Μαξιμίλλης πνεῦμα «Διώ‐ κομαι ὡς λύκος ἐκ προβάτων·
5οὐκ εἰμὶ λύκος· ῥῆμά εἰμι καὶ
πνεῦμα καὶ δύναμις.»69

13

Εὐθὺς γὰρ αὕτη ἡ Μαξιμίλλα ἡ παρὰ τοῖς τοιούτοις κατὰ Φρύγας οὕτω καλουμένοις, ἀκούσατε, ὦ παῖδες Χριστοῦ, τί λέγει· Ἐμοῦ
5μὴ ἀκούσητε, ἀλλὰ Χριστοῦ
ἀκούσατε.71

14

Φάσκει δὲ πάλιν ἡ αὐτὴ Μαξι‐ μίλλα, ἡ τῆς παρακολουθίας καὶ διδασκαλίας γνῶσις, ἵνα χλευαστικῶς εἴπω, ὅτι, Ἀπέστειλέ με κύ‐
5ριος τούτου τοῦ πόνου καὶ τῆς ἐπαγγελίας καὶ τῆς συνθήκης αἱρετιστὴν, μηνυτὴν, ἑρμη‐ νευτὴν, ἠναγκασμένον, θέ‐ λοντα καὶ μὴ θέλοντα, μαθεῖν
10γνῶσιν θεο.73

17

Φασὶ γὰρ οὗτοι οἱ κατὰ Φρύγας, εἴτουν Πρισκιλλιανοὶ, ἐν τῇ Πε‐ πούζῃ ἢ Κυΐντιλλαν ἢ Πρισκίλλαν, οὐκ ἔχω ἀκριβῶς λέγειν, μίαν δὲ
5ἐξ αὐτῶν, ὡς προεῖπον, ἐν τῇ Πεπούζῃ κεκαθευδηκέναι, καὶ τὸν Χριστὸν πρὸς αὐτὴν ἐληλυθέναι
συνυπνωκέναι τε αὐτῇ τούτῳ τῷ τρόπῳ, ὡς ἐκείνη ἀπατωμένη ἔλε‐86
10γεν. Ἐν ἰδέ, φησ, γυναικὸς ἐσχηματισμένος ἐν στολῇ λαμπρᾷ ἦλθε πρός με Χρισ‐ τὸς, καὶ ἐνέβαλεν ἐν ἐμοὶ τὴν σοφίαν, καὶ ἀπεκάλυψέ μοι
15τουτονὶ τὸν τόπον εἶναι ἅγιον, καὶ ὧδε τὴν Ἱερουσαλὴμ ἐκ τοῦ οὐρανοῦ κατιέναι. Διό φασι καὶ ἄχρι τῆς δεῦρο αυοῦσθταί (μυεῖσθαι?) τινας οὕτω γυναῖκας ἐκεῖσε
20ἐν τῷ τόπῳ καὶ ἄνδρας, πρὸς τὸ ἐπιμεινάσας αὐτὰς ἢ αὐτοὺς τὸν
Χριστὸν θεωρῆσαι.87

18

Πάλιν τε αὖ τοὺς ἀρχαίους προφήτας διαβαλεῖν ἐθέλων φησὶν αὐτοὺς πεπροφητευκέναι τὸν τρόπον τοῦτον ὃν εἰώθασι, φησὶν, ἔτι νῦν
5οἱ περὶ Φοινίκην τε καὶ Παλαιστί‐ νην· μὴ δηλώσας πότερον ἀλλοτρίους λέγει τινὰς τοῦ Ἰουδαίων λόγου καὶ Χριστιανῶν ἢ κατὰ τὸν χαρακτῆρα τῶν προφητῶν Ἰουδαϊκῶς προφη‐
10τεύοντας. Ἐπεὶ δὲ καὶ τὸν τρόπον τῶν ἐν Φοινίκῃ καὶ Παλαιστίνῃ μαντείων ἐπαγγέλλεται φράσειν ὁ Κέλσος ὡς ἀκούσας καὶ πάνυ κατα‐
15μαθὼν, φέρε καὶ ταῦτα κατανοή‐ σωμεν. Πρῶτον δὴ λέγει πλείονα εἶναι εἴδη προφητειῶν, μὴ ἐκτιθέ‐ μενος αὐτά· οὐδὲ γὰρ εἶχεν, ἀλλὰ ψευδῶς ἐπανετείνετο. Ὃ δέ φησιν
20εἶναι τελεώτατον παρὰ τοῖς τῇδε ἀνδράσιν ἴδωμεν. Πολλοὶ, φησὶ, καὶ ἀνώνυμοι ῥᾷστα ἐκ τῆς προστυχούσης αἰτίας καὶ ἐν ἱεροῖς καὶ ἔξω ἱερῶν,
οἱ δὲ καὶ ἀγείραντες καὶ ἐπιφοι‐95
25τῶντες πόλεσιν ἢ στρατοπέδοις, κινοῦνται δῆθεν ὡς θεσπίζοντες. Πρόχειρον δ’ ἐκάστῳ καὶ σύνηθες εἰπεῖν· «Ἐγὼ ὁ θεός εἰμι ἢ θεοῦ παῖς ἢ Πνεῦμα θεῖον.
30Ἥκω δ· ἤδη γὰρ ὁ κόσμος ἀπόλλυται, καὶ ὑμεῖς, ὦ ἄν‐ θρωποι, διὰ τὰς ἀδικίας οἴχε‐ σθε. Ἐγὼ δὲ σῶσαι θέλω· καὶ ὄψεσθέ με αὖθις μετ’ οὐ‐
35ρανίου δυνάμεως ἐπανιόντα. Μακάριος ὁ νῦν με θρησκεύσας, τοῖς δ’ ἄλλοις ἅπασι πῦρ αἰώ‐ νιον ἐπιβαλῶ καὶ πόλεσι καὶ χώραις. Καὶ ἄνθρωποι, οἳ μὴ
40τὰς ἑαυτῶν ποινὰς ἴσασι, με‐ ταγνώσονται μάτην καὶ στενά‐ ζουσι· τοὺς δέ μοι πεισθέντας αἰωνίους φυλάξω.» Εἶτα τούτοις ἑξῆς φησι· Ταῦτ’ ἐπανατεινάμενοι
45προστιθέασιν ἐφεξῆς, ἄγνωστα καὶ πάροιστρα καὶ πάντῃ ἄδηλα, ὧν τὸ μὲν γνῶμα οὐδεὶς ἂν ἔχων νοῦν εὑρεῖν δύναιτο· ἀσαφῆ γὰρ καὶ τὸ μηδὲν, ἀνοήτῳ δὲ ἢ γόητι παντὶ

18

(50)

περὶ παντὸς ἀφορμὴν ἐνδίδωσιν ὅπῃ βούλεται, τὸ λεχθὲν σφετε‐
ρίζεσθαι. Ἐχρῆν δὲ αὐτὸν, εἴπερ εὐγνωμόνει πρὸς τὴν κατηγορίαν,96
55ἐκθέσθαι αὐταῖς λέξεσι τὰς προφη‐ τείας, εἴτ’ ἐν αἷς θεὸς παντοκράτωρ ἐπηγγέλλετο εἶναι ὁ λέγων, εἴτ’ ἐν αἷς ὁ Υἱὸς τοῦ θεοῦ, εἴτε καὶ ἐν αἷς τὸ Πνεῦμα τὸ ἅγιον λέγον εἶναι
60ἐπιστεύετο· οὕτω γὰρ καὶ ἠγωνίασεν ἀνασκευάσαι τὰ εἰρημένα καὶ δεῖξαι ὅτι οὐκ ἔνθεοι ἦσαν οἱ λόγοι, πε‐ ριέχοντες ἐπιστροφὴν ἀπὸ τῶν ἁμαρτημάτων καὶ ἔλεγχον τῶν τότε
65ὄντων καὶ πρόγνωσιν περὶ τῶν
μελλόντων .....97